ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτονἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι.μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω,εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες,ἀλλὰ σ’ Ἐλευθέρνης ὅδʼ ἔχει τάφος· ἔστι γὰρ ἲση˘πάντοθεν εἰς ἀίδην ἐρχομένοισιν ὁδός.τίς ποτʼ ἄρʼ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτατλήμονʼ ἐν ἡμιφαεῖ λάμνακι γυμνὰ μένει;μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεωἄξονι καὶ τροχιᾖ λιτὰ παραξέεται·ἤδη σου καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι,σχέτλιε, σοὶ δʼ οὐδεὶς οὐδʼ ἐπὶ δάκρυ βαλεῖ.Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴςτὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλὴναἰών μʼ ἔτριψεν κροκάλαις ἴσον ἐν γὰρ ἀμάξῃπαμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦνἁρμονίᾐ τʼ, ὦνερ, πλὰξ ἐπικεκλιμένη·ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονταιἡμετέρης· τί πλέον γῆν ἐπιεννύμεθα;ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντοἄνθρωποι, κατʼ ἐμῆς νισσόμενοι κεφαλῆς.ἀλλὰ πρὸς ἐγγαίων, Ἀϊδωνέος Ἑρμεία τεκαὶ Νυκτός, ταύτης ἐκτὸς ἴτʼ ἀτραπιτοῦ.α στάλα βαρύθουσα λέγει τάδε· “ τὰν μινύωροντὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.”χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· “ ἴσχεο λύπας,Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.”οὔπω τοι πλόκαμοι τετμημένοι, οὐδὲ σελάναςτοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι,Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ,τλῆμον, ἐπʼ αἰακτᾷ πόλλʼ ἐβόα στεφάνα,καὶ γενέτας Περίκλειτος· ἐπʼ ἀγνώτῳ δʼ Ἀχέροντιἡβάσεις ἥβαν, Κλεύδικʼ, ἀνοστοτάταν.Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτωΚάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας;ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοιςπαίγνιον· ἀλλʼ οἴκοι λυγρὰ λέλοιπε πάθη.