μυρίος ἦν, ἄνθρωπε, χρόνος προτοῦ, ἄχρι πρὸς ἠῶἦλθες, χὠ λοιπὸς μυρίος εἰς ἀίδην.τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσονστιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον;μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴἡδεῖʼ, ἀλλʼ ἐχθροῦ στυγνοτέρη θανάτου.ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶνἁρμονίης, †† ὕψιστʼ ἠέρα καὶ νεφέλας·ὦνερ, ἴδʼ ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρονεὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη·οἷον τὸ † † ψαλα, θρῖον ἀπεψιλωμένον οἷον,πόλλον ἀραχναίου στυγνότερον σκελετοῦ.ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶνεἴης ἐν λιτῇ κεκλιμένος βιοτῇ·αἰὲν τοῦτο νόῳ μεμνημένος ἄχρις ὁμιλῇςζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης.χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δʼ ἐς ὅρμον,ὡς κἠγὼ Φείδων ὁ Κρίτου εἰς ἀίδην.Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν ἭραςΕὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν,ζωὰν ἀρνήσαντο, τανυπλέκτων δʼ ἀπὸ μιτρᾶνχερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους.εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦςἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν.νυμφίον Εὐαγόρην ποτὶ πενθερὸν ἡ ΠολυαίνουΣκυλλὶς ἀνʼ εὐρείας ἦλθε βοῶσα πύλας,παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον οὐδʼ ἄρʼ ἐκείνηχήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,δαιμονίη· τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίωνοὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.τοῦτο δʼ ἐπʼ ἀμφοτέροισι πολύκλαυτον φιλότητοςἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα,δωροῦμαι, στοργᾶς λείψανον, εἰς ἀίδαν,δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δʼ ἐπὶ τύμβῳσπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας.οἰκτρὰ γὰρ οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγροςαἰάζω, κενεὰν εἰς Ἁχέροντα χάριν.αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν ᾍδας,ἅρπασεν ἀκμαῖον δʼ ἄνθος ἔφυρε κόνις.