ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη,ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον ἐγὼ δʼὀρφάνιον κλαίω γῆρας ὀδυρομένη.βαίην εἰς Ἄϊδος σκιερὸν δόμον οὔτε μοι ἠὼςἡδεῖʼ οὔτʼ ἀκτὶς ὠκέος ἠελίου.ἆ δείλʼ Ἀντίκλεις, μεμορημένε, πένθεος εἴηςἰητήρ, ζωῆς ἔκ με κομισσάμενος.τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρἴαχε, δωδεκέτη σὸν γοόωσα μόρονὤλετʼ “ ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδὸν εἰς πῦρ,ὤλεθʼ ὁ παμμέλεος γειναμένου κάματος·ὤλετο χἀ ποθινὰ τέρψις σέθεν ἐς γὰρ ἄκαμπτον,ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρωνοὐδʼ ἐς ἐφηβείαν ἦλθες, τέκος· ἀντὶ δὲ σεῖοστάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.”οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς ᾅδαν,ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκʼ ἀπʼ οἴκωνἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν.πένθος δʼ, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες·αἰαῖ, τὰς μαστῶν ψευδομένας χάριτας,καὶ κενεὰς ὠδῖνας· ἰὼ κακοπάρθενε Μοῖρα,στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους.τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσιπενθεῖν, οἷς δʼ ἀγνώς, πευθομένοις ἐλεεῖν.εὔβουλόν τέκνωσεν Ἀθηναγόρης περὶ πάντωνἥσσονα μὲν μοίρᾳ, κρέσσονα δʼ εὐλογίᾳ.εἶπον ἀνειρομένῳ τίς καὶ τίνος ἐσσί. φίλαυλοςΕὐκρατίδεω. ποδαπὸς δʼ εὔχεαιἜζησας δὲ τίνα στέργων βίον; οὐ τὸν ἀρότρου,οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον.γήραϊ δʼ ἢ νηῶν βίον ἔλλιπες; ἤλυθον ᾍδαναὐτοθελεί, Κείων γευσάμενος κυλίκων.ἠ πρέσβυς; καὶ κάρτα. λάχοι νύ σεβῶλος ἐλαφρὴσύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον.εἴπας Ἥλιε, χαῖρε Κλεόμβροτος Ὡμβρακιώτηςἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς ἀΐδαν,ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνοςἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.