ναῦς ἅθʼ ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.Εὐτέρπη δʼ ἐπὶ τύμβῳ ἀποφθιμένης θέτο σῆμαλάινον, οἰνηρῶν γείτονα θειλοπέδων.τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖςΜίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει,καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαιἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,δίζηνται Σαμίων πολλάκι θυγατέρες,ἡδίστην συνέριθον, ἀείλαλον· ἡ δʼ ἀποβρίζειἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸνῥέζων, οὔτʼ ἀδικῶν οὐδένα. γαῖα φίλη,Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε συ κούφηγίνεο, μήτʼ ἄλλοι δαίμονες, οἳ μʼ ἔχετε,παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲΑἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲκρύψε κόνις, πάτρα δʼ ἐστονάχησε Τύρος.αὕτα Τιμόκλειʼ, αὕτα Φιλώ, αὕτα Ἀριστώ,αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου,πᾶσαι ὑπʼ ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτοσᾶμα πατὴρ στάσας κάτθανʼ Ἀριστόδικος.ἤπου σὲ χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιοΚωκυτοῦ θεμέναν ἴχνος ἐπʼ ἀιόνι,οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷᾤκτειραν θαλεραὶ Δωρίδες εἰν ἀίδᾳ,πευθόμεναι τέο κῆρα σὺ δὲ ῥαίνουσα παρειὰςδάκρυσιν, ἄγγειλας κεῖνʼ ἀνιαρὸν ἔπος·“ διπλόον ὠδίνασα, φίλαι, τέκος, ἄλλο μὲν ἀνδρὶεὔφρονι καλλιπόμαν, ἄλλο δʼ ἄγω φθιμένοις.”ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπωνσείονται φύλλων ἡμιθαλεῖς στέφανοιγράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. —“ ξεῖνʼ, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθονεἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμανδισσὰ δʼ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸνγήρως· ὃν δʼ ἀπάγω μναμόσυνον πόσιος.”ἆ δείλʼ Ἀντίκλεις, δειλὴ δʼ ἐγὼ ἡ τὸν ἐν ἥβης