Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτωνεἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας,ἄκρα χοροιτυπίας. χθόνιοι, 〈Μίνωϊ τὸν ἄνδρα〉τοῦτον, Κρηταιεῖς Κρῆτα, παρῳκίσατε.Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν,Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν.πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτιἆρχε καὶ ἐν μολπᾷ, καὶ δορὶ καὶ στάλικι;τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖντλῆθί με, καὶ στήλης πλησίον, ὦνερ, ἴθι.οὐκ εἴμʼ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντηἔργα, καὶ Αἰσχύνην οὐ νομίσασα θεὸνἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον εἰ δέ τις ἡμέαςαἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην,τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα· τἀμὰ δὲ λυγρὴνὀστέα τερφθείη κληδόνʼ ἀπωσαμένης.τᾷδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνονκοιμᾶται. θνάσκειν μὴ λέγε τοὺς ἀγαθούς.Μεμνησθʼ Εὐβούλοιο σαόφρονος, ὦ παριόντες.πίνωμεν κοινὸς πᾶσι λιμὴν Ἀίδης.Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιπποςἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆςἀκρήτου προποθεῖσ’ ᾤχετʼ ἔχουσα κύλιξ.Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός,ἐνταῦθα κεῖται γρῆϋς, ἧς ὑπὲρ τάφουγνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ.στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων,οὐδʼ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου·ἓν δʼ ἀντὶ πάντων, οὕνεχʼ ἡ κύλιξ κενή.τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοιζωρόν, ὑπʼοὐδεμιῆς θλιβομένην κύλικος,ἀγρῶν ἐντὸς ἔθηκεν, ἵνʼ ἡ φιλάκρητος ἐκείνηκαὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι.ἀμπελὶς ἡ φιλάκρητος ἐπὶ σκήπωνος ὁδηγοῦἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,λαθριδίη Βάκχοιο νεοθλιβὲς ἦρʼ ἀπὸ ληνοῦπῶμα Κυκλωπείην πλησομένη κύλικα·πρὶν δʼ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιή,