κῆρας ἐπισσεύσασα. βίου κύνας. ὦ πόποι, ἀνὴροἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτειςὀστέον, οἵην, γαῖʼ, ἀμφέχανες κεφαλήν,πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι,πολλοῦ δʼ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτης.ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι,[ στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος·ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν]ἰθῦναι κείνην εὐκύλικα λαλιὴνᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέαἔρδειν. γαῖʼ ἐρατή, τοῖον ἔχεις φθίμενον.ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξουκίονας, ὦ μεγάλη γαῖʼ, ὑπένερθεν ἔχεις.Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν,αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληταιἙλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.τῶνδέ ποτὲ στέρνοισι τανυγλώχινας ὀιστοὺςλοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.ἀντὶ δʼ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων.ἄψυχʼ ἐμψύχων, ἅδε κέκευθε κόνις.χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκονἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενονὀγδώκοντα δʼ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοιςτῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον.οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς·ξυνὴ δʼ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα·εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνωνοἶδε καὶ ἐν τέφρᾐ ῥηιδίως Ἀίδης.Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου,Δυμαῖοι, κραναῇ κείμεθʼ ἐνὶ ξυλόχῳ,ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δʼ ἐπὶ τύμβῳ,μανυταὶ τέχνας, δουροτόμοι πελέκεις.Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται,Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος,ἃν ἐπὶ οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφαλειβομένα, παῖδὲς τʼ εἰς χρόα κειράμενοι.σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος· οὐ μακρὰ λέξω·Θῆρις Ἀρισταίου, Κρὴς ἐπʼ ἐμοὶ δολιχός.