Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτονἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.ἄρσενι δʼ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλονκαρύσσει· Θυρέα, Ζεῦ, Λακεδαιμονίων.αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπʼ Ἀδράστου·Σπάρτᾳ δʼ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβοςΓύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον,ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε, καὶ τόδʼ ἔειπεν·τεθναίην Σπάρτας ἄξια μησάμενος.τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρἁ Λακεδαιμόνιον τὸν Λακεδαιμόνιον.θηκτὸν δʼ ἐν προβολᾷ θεμένα ξίφος, εἶπεν, ὀδόνταὀξὺν ἐπιβρύκουσ’, οἷα Λάκαινα γυνά·“ἔρρε κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ ᾅδανἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.”παῖδας, ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ.δάκρυα δʼ οὐκ ἔρρηξʼ ἐπὶ πένθεσιν ἀλλὰ τόδʼ εἶπενμοῦνον ἰώ, Σπάρτα, σοὶ τέκνα ταῦτʼ ἔτεκον.Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξωνἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθαΜεσσάνας ὑπὸ τεῖχος· ὁ δʼ ἕβδομος ἄμμε Γύλιπποςἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγʼ ἄχθοςματρί τὸ δʼ ἓν πάντων καὶ καλὸν ἐντάφιον.εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίταςτοῦτʼ ἔπος· “ Ὀγδώκοντʼ ἐνθάδε μυριάδαςΣπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν,καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.”οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαιΕὐρώταν, χαλεπῷ σπερχόμενος πολέμῳ·ἀλλʼ ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνωνἐδμάθης, πατέρων ἁζόμενος νόμιμα.ὤλεο δὴ πατέρων περὶ ληίδα καὶ σύ, Μαχάτα,δριμὺν ἐπʼ Αἰτωλοῖς ἀντιφέρων πόλεμον,πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαιἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα.οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,