χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισιΠιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμονἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσταιἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτριςΠιερίδων ναίῃς ἀγχόθι Πιερίδων.μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχειγῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου.πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δε Μούσαιςτέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε·τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται.ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη·οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι·μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά,καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶςΖανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας.τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρἥγνισε τὰν θνατὰν σώματος ἱστορίαντὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου,δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα.λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴνεἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸςοἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃκεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω.σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχουβήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας.Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς,Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.