ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δʼ ἐπʼ αὐτᾶςβαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος.ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτακρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπμέπει ἀνδρὶ πενιχρῷ,ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθειςἀθλοφόρον, νίκαν ποσσὶν ἀειράμενον.οὐ ψαύω καὶ τῇδε· τί γὰρ ταχὺς εἴκελος ἀνὴρἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμανφοῖνιξ οὐ νίκαν ἐνέπει, πάτραν δὲ μεγαυχῆματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρονὄρνις δʼ, ὅττι γεγωνὸς ἀνήρ, καί που περὶ Κύπρινπρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας.σκᾶπτρα δʼ ἔχει σύνθημα λόγου· θνάσκειν δὲ πεσόνταοἰνοβρεχῆ, προπετὴς ἐννέπει ἀστράγαλος.καὶ δὴ σύμβολα ταῦτα τὸ δʼ οὔνομα πέτρος ἀείδει,Ἀντίπατρον προγόνων, φύντʼ ἀπʼ ἐρισθενέων.δίζημαι κατὰ θυμὸν ὅτου χάριν ἁ παροδῖτιςδισσάκι φῖ μοῦνον γράμμα λέλογχε πέτρος,λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶτᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα;τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός.ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν,ἁ δʼ οἰκτρὸν ναίουσα τόδʼ ἠρίον ἔπλετο Φιδίς;νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμην.αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο,φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δʼ ἔρεβοςτίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψενἔντεα; τῷ πέλτα Δωρὶς ἀναγράφεται;πλάθει γὰρ Θυρεᾶτις ὑφʼ αἵματος ἅδε λοχιτᾶν,χἀμὲς ἀπʼ Ἀργείων τοὶ δύο λειπόμεθα.πάντα νέκυν μάστευε δεδουπότα, μή τις, ἔτʼ ἔμπνουςλειπόμενος, Σπάρτᾳ κῦδος ἔλαμψε νόθον.ἴσχε βάσιν. νίκα γὰρ ἐπʼ ἀσπίδος ὧδε Λακώνωνφωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα,χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ,στύξον ἀνικάτω σύμβολα φυλόπιδος.οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις