Λυσιδίκα, γλυπτὸν τόνδʼ ἐχάραξε νόον·ἁνία γὰρ καὶ κημός, ὃ τʼ εὐόρνιθι Τανάγρᾳοἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας,οὐχ ἅδεν οὐδʼ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν,ἀλλὰ τὰ τʼ ἠλακάτας ἔργα τὰ θʼ ἱστοπόδων.τάν μὲν ἀνεγρομέναν με ποτʼ εἴρια νύκτερος ὄρνις,ἁνία δʼ αὐδάσει δώματος ἁνίοχονἱππαστὴρ δʼ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον,οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων,γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα.τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου,ἁ δὲ κύων τέκνων γνήσια καδομένανμάστιξ δʼ οὐκ ὀλοάν, ξένε, δεσπότιν, οὐδʼ ἀγέρωχονδμωσί, κολάστειραν δʼ ἔνδικον ἀμπλακίας·χὰν δὲ δόμων φυλακᾶς μελεδήμονα τὰν δʼ ἄ〈ρʼ ἄγρυπνον〉γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον.τοιοῖσδʼ ἀμφʼ ἔργοισιν ἐγάθεον ἔνθεν ὅμευνοςτοιάδʼ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων.εἰπέ, λέων, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας,βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς;υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντωνφέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶςἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.ἁ στάλα, φέρʼ ἴδω, τίνʼ ἔχει νέκυν. ἀλλὰ δέδορκαγράμμα μὲν οὐδέν πω τμαθὲν ὕπερθε λίθου,ἐννέα δʼ ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲνπρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον,οἱ δὲ τὸ τᾶς νεότατος ἐφήλικος ἄνθος, ἔφηβον,εἷς δʼ ὅ γε μανύει Χῖον ἀφαυρότερον.ἦ ῥα τόδʼ ἀγγέλλοντι, Καὶ ὁ σκάπτροισι μεγαυχὴςχὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει;ἢ τὸ μὲν οὔ· δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσεινἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος.ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼςοὔνομʼ, ἐφηβαίῃ δʼ ὤλετʼ ἐν ἁλικίᾳ.ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲνπνεῦμα διʼ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ