καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισινὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θʼ ἱερὰ χθώνκῶς δʼ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.ἀλλʼ εἰ μὲν Σύρος ἐσσί, Σαλάμ· εἰ δʼ οὖν σύ γε Φοῖνιξ,Ναίδιος· · εἰ δʼ Ἕλλην, Χαῖρε· τὸ δʼ αὐτὸ φράσον.ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαὶ — οὐ γὰρ ἂν ὧδεΛέσβονʼ ὁ λυσιμελὴς ἀμφεκάλυψʼ Ἀίδης,ὅς ποτε καὶ βασιλῆι συνέδραμε, — ναὶ μετʼ Ἐρώτωνχαίρετε κουφόταται δαίμονες ἀθανάτων.αὐλοὶ δʼ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε,κεῖσθʼ, ἐπεὶ οὐ θιάσους οἶδʼ Ἀχέρων.πτανέ, τί σοι σιβύνης, τί δὲ καὶ συὸς εὔαδε δέρμα;καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος;οὐ Ἔρωτʼ ἐνέπω σε — τί γάρ; νεκύεσσι πάροικοςἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν —οὐδὲ μὲν οὐδʼ αὐτὸν ταχύπουν Κρόνον· ἔμπαλι γὰρ δὴκεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη.ἀλλʼ ἄρα, ναὶ δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰςἐστί· σὺ δʼ ὁ πτερόεις, τοὔνομα τοῦδε, λόγος.Λατῴας δʼ ἄμφηκες ἔχεις γέρας, ἔς τε γέλωτακαὶ σπουδάν, καί που μέτρον ἐρωτογράφον.ναὶ μὲν δὴ Μελέαγρον ὀμώνυμον Οἰνέος υἱῷσύμβολα σημαίνει ταῦτα συοκτασίης.χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτικαὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντεςγλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον;ἦ ῥά γε μὴ ὅτι Χῖος; ἔοικε γάρ· ἢ ῥʼ ὅτι παίκταςἦσθά τις, οὐ λίην δʼ, ὦ ʼγαθέ, πλειστοβόλος;ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβηςΧίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν.τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσαφάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ,τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δʼ εἴρια τὰν φιλοεργόν,ἄνδεμα δʼ αὖ μίτρας τὰν πολιοκρόταφον·τοιάνδε σταλοῦχος ὅδʼ ἔκρυφε Βιττίδα τύμβος† τιμελάχραντον νυμφιδίαν ἄλοχον.ἀλλʼ, ὦνερ, καὶ χαῖρε, καὶ οἰχομένοισιν ἐς ᾅδαντὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν.Μαστεύω τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ,