Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλονΜοῦσαι δʼ ἐκλαύσαντο· ῥόον δʼ ἔστησεν ἀκούωνἈσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτωνἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης,εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω.οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτονοὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμοςεὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος·οὐλὰς δὲ σκίπωνι συνέμπορος, ἅ τε συνῳδὸςδίπλαξ, καὶ κοίτας βλῆμα χαμαιλεχέος.ἄμμι δὲ Μαιναλίας κάρρων † ἄμιν Ἀταλάνταςτόσσον, ὅσον σοφία κρέσσον ὀριδρομίας.καὶ καπυρὸν γελάσας παραμείβεο, καὶ φίλον εἰπὼνῥῆμʼ ἐπʼ ἐμοί. Ῥίνθων εἴμʼ ὁ Συρακόσιος,Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκωνἐκ τραγικῶν ἴδιον κισσὸν ἐδραψάμεθα,Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας, εὖ μὲν ἀοιδὴνεἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτικαὶ Μούσαις κεράσανθʼ ἡδυλόγους Χάριτας.νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖἈτθὶς ἐν Ἀσσυρίοις ναιομένα, Γάδαρα·Εὐκράτεω δʼ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγροςπρῶτα Μενιππείοις συντροχάσας Χάρισιν.εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμονναίομεν· ἓν Θνατοὺς πάντας ἔτικτε Χάος.πουλυετὴς δʼ ἐχάραξα. τάδʼ ἐν δέλτοισι πρὸ τύμβου·γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω.ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην προτιειπὼνχαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον,πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα,ἤνδρωσεν δʼ ἱερὰ δεξαμένα με Τύρος·εἰς γῆρας δʼ ὅτʼ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶςκἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει.Μοῦσαι δʼ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρονπαῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν.ἀτρέμας, ὦ ξένε, βαῖνε· παρʼ εὐσεβέσιν γὰρ ὁ πρέσβυςεὕδει, κοιμηθεὶς ὕπνον ὀφειλόμενον,Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα