Σαπφώ, σὺν Μούσαις ἦ ῥά σε Πιερίηἢ Ἑλικὼν εὔκισσος, ἴσα πνείουσαν ἐκείναις,κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι,ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκηνσὺν σοὶ νυμφιδίων ἵσταθʼ ὑπὲρ θαλάμωνἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃσύνθρηνος, μακάρων ἱερὸν ἄλσος ὁρῇς·πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰςἀθανάτων ἄγομεν νῦν ἔτι θυγατέρας.ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳπικρὸν ἐγείρητε σφῆκʼ ἀναπαυόμενον.ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξαςἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ.ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνουῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ.ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο,ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων,Πιερίδων χαλκευτὸν ἐπʼ ἄκμοσιν, εἰ τορὸν οὖαςἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα,εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοιςμαίεαι. εἰ δʼ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει,καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος· ἀλλʼ Ἐνοσίχθωντοῦ μὲν ἔφυ μείων, ἀθανάτων δʼ ὕπατος·καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ,ἁγεῖται δʼ ἄλλων πλάθεος ὑμνοπόλων.Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασε πρῶτος ἀοιδὴνκωμήταις νεαρὰς καινοτομῶν χάριτας,Βάκχος ὅτε τριετῆ ˘ κατάγοι χορόν, ᾧ τράγος ἄθλωνχὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι.οἱ δὲ μεταπλάσσουσι νέοι τάδε· μυρίος αἰὼνπολλὰ προσευρήσει χἄτερα· τἀμὰ δʼ ἐμά.Θέσπιδος εὕρεμα τοῦτο, τὰ τʼ ἀγροιῶτιν ἀνʼ ὕλανπαίγνια, καὶ κώμους τούσδε, τελειοτέρουςΑἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξαςγράμματα, χειμάρρῳ δʼ οἷα καταρδόμενα,καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντηδεξιόν, ἀρχαίων ἦσθά τις ἡμιθέων.πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλάς,ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα·αὐτὸς δʼ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας