ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα.τήνδʼ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς,στέρνα τʼ ἐποκριόεντα, καὶ οὐκ εὔοδμον ὀδόντωνπρίονα, καὶ κώλων δούλιον οἰοπέδην,ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωταλείψανʼ, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρηςἀνδρὸς μὴ κούφη κέκλισο, μηδʼ ὀλίγη,χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντοςδῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκηνσῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπʼ ὀρυκτῆςγαίης, ἀλλʼ αὐτὸν πύργον ἔθεντο τάφον,Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίραςπέμπων ἐς τὰ νέων ἡδέα συμπόσια,οὗτος ὁ θηρεύων ἀταλόφρονας, ἐνθάδε κεῖται,αἰσχρὸν ἀπʼ ἀνθρώπων μισθὸν ἐνεγκάμενος.ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε,μήτʼ ἄλλον πείσῃς· σῆμα λέλογχε νέκυς.φεῖσαι δʼ οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλʼ ὅτι κοινὰςθρέψας, μοιχεύειν οὐκ ἐδίδαξε νέους.ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτινθῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος·οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσαεἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιονἀλλὰ σ’ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνεςδέξαντʼ Αἰγαίης γείτονες ἠιόνος·ὥστʼ ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ,ξεῖνʼ, ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην,ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφοντὸν φρικτὸν Ἱππώνακτος, οὗτε χἀ τέφραἰαμβιάζει Βουπάλειον ἐς στύγος,μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,ὃς οὐδʼ ἐν ᾅδῃ νῦν κεκοίμικεν χόλον,σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπηΕὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι,ἢ μύρτον καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.ἥδιστον φιλέουσι νέοις προσανάκλιμʼ ἐρώτων,