† πάρκειμαι σταθερῇ μιμνέμεν ὡς ἄταφος.Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοιςβαρυβρομήταν εἶχε δινητὸν πέτρον,πυρηφάτον Δάματρος εὐκάρπου λάτριν,καὶ κατθανὼν στάλωσε τῷδʼ ἐπʼ ἠρίῳ,σύνθημα τέχνας· ὣς ἔχει μʼ ἀεὶ βαρύν,καὶ ζῶν ἐν ἔργοις, καὶ θανὼν ἐπʼ ὀστέοις.οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμαἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων,συρμὸς ὅτʼ Ὠρίωνος ἀνεστρώφησε θαλάσσηςβένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες,κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε.Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλʼ ὁ πανώληςτύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων.κείνους οὔτʼ Ἀίδης ἐδαμάσσατο, κἠν Ἀχέροντιμάρνανται· κείνων χὠ τάφος ἀντίπαλος,καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶπαῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων.οὐχ ὅδε δειλαίου Σατύρου τάφος, οὐδʼ ὑπὸ ταύτῃ,ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος·ἀλλʼ εἲ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον,τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλας,κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαιὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ.οὐκ οἶδʼ εἰ Διόνυσον ὀνόσσομαι, ἢ Διὸς ὄμβρονμέμψομʼ ὀλισθηροὶ δʼ εἰς πόδας ἀμφότεροι.ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸςτύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφωνκεῖται δʼ Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνηςδειμαίνοι μεθύων ἀτραπὸν ὑετίην.τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαοπαισὶν ἀπʼ ἀλλήλων, οἷς πέρας οὐδʼ Ἀίδας·ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο,χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης.ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται.τοῦτʼ ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθαἔμπορος, ἢ τυφλοῦ κύματος ἰχθυβόλος.ἄγγειλον θνητοῖσιν ὅτι σπεύδοντες ἐς ἄλλας