ᾧ τέκον. ὦ μεγάλης λείψανα πυρκαϊῆς.Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλʼ ἐπὶ παιδὸςἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας.νῦν δέ με καὶ παιδὸς φθονερὴ γʼ ἀπενόσφισε Μοῖρα·φεῦ· βρέφος ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον.Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσονθὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλοςὦσεν, ὅτʼ εἰς ἄκρην ἦλθε τυραννοφόνος.ἀλλὰ Δίκα μιν ἔθαψεν ἀποσπασθεῖσα γὰρ ὄχθαπᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν·κεῖται δʼ οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲγᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίας.καὶ τίς ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας;ἀλλʼ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμοςτέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ,τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου.πατρὸς δʼ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισινὤλετο· κοινή που νὺξ μία πάντας ἔχει.Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις·αὕτη σῆμʼ ἐπίκειτʼ Ἀπολλοδώρῳ.Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃἔκτεινεν Διόθεν πεσὼν κεραυνός.τηλοῦ δʼ Αἰανέης τε καὶ Βεροίηςνικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει.Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθουςφράγνυτε· καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι.αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων,οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων.λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο,καὶ σκότος, Αἰγαίου τʼ οἶδμα κακὸν πελάγευς,ταῦθʼ ἅμα πάνθʼ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶςἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.ναυηγὸν κλαίοιτε παρʼ αἰγιαλοῖσι, γονῆες,Τλησιμένη, κωφὴν στησάμενοι λίθακα.μή με κόνι κρύψητε, τί γάρ; πάλι, μηδʼ ἔτι ταύτηςᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε.μαίνεται εἴς με θάλασσα, καὶ ἐν χέρσοιό με δειλὸνεὑρίσκει ῥαχίαις· οἶδέ με κἠν Ἀίδῃ.χέρσῳ ἐπεκβαίνειν εἰ ἐμεῦ χάριν ὕδατι θυμός,