Εὐνικίδαο, σήπεται δʼ ὑπὸ σποδῷ.ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσωναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη.ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνειῶτα,σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην.ὄλβιος ὁ γριπεὺς ἰδίῃ καὶ πόντον ἐπέπλεινηί, καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην.ἠπείρῳ μʼ ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα,σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον.κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος, οὐδʼ ἐπὶ χέρσουεἰρήνην ἕξω φρικαλέης σπιλάδος.ἢ τύμβευέ κενοῦσα καθʼ ὕδατος, ἢ παραδοῦσαγαίῃ, τὸν κείνης μηκέτι κλέπτε νέκυν.ᾘόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρεισπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλωντῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντωνκόρση· τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες,πλευρά τε σαρκολιπῆ, ταρσοὶ δʼ ἑτέρωθεν ἄμοιροινεύρων, καὶ κώλων ἔκλυτος ἁρμονίη.οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί,ὅσσοι ἀπʼ ὠδίνων οὐκ ἴδον ἠέλιον.ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ,ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη,ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα, πᾶν τʼ ἐμαράνθηπνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ,εἶπε τάδʼ· “ὦ Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρὴνοἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ·καὐτὴ παρθένιον γὰρ ἀπώλεσα.” τοῦτο δʼ ἔλεξεψευδές, ἵνʼ αὐγάζῃ κἠν φθιμένοισι πίθον.ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησαςἼλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλονἼλιον ἢν ἐσίδῃ γὰρ ἀπʼ ἀκρεμόνων κορυφαίων,καρφοῦται, πετάλων κόσμον ἀναινόμενα.θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴνσῴζει καὶ στελέχη μῆνιν ἐπʼ ἀντιπάλους.ἥδʼ ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ·δύσμορος ἣ μαστῶν [θερμὸν] ἔπηξα γάλα·Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός,