Πνυταγόρην· ἔσχον δὲ κατʼ Αἰγαίην ἅλα πότμον,πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους.ἀλλʼ οὐδʼ ὣς ναύτην ἔλιπον δρόμον, ἀλλʼ ἀπὸ νηὸςἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον.δώματά μοι σεισθέντα κατήριπεν· ἀλλʼ ἐμὸς ἀπτὼςἦν θάλαμος, τοίχων ὀρθὰ τιναξαμένων,οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροιὠδῖνες· σεισμῷ δʼ ἄλλον ἔμιξα φόβον.μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲκοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον.δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντεςἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου;ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκοςἄρτιος, ἀλλʼ ἥβης βαιὸν ἐπαυρόμενος,ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου,κεῖται ἀμετρήτων ξεῖνος ἐπʼ αἰγιαλῶν.εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαντοῦ μιαρογκώσσου χεύατε Παρθενίου,οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖναφλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων.ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστʼ ἀγορεῦσαιπηλὸν Ὀδυσσείην καὶ βάτον Ἰλιάδα.τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπταιΚωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος.ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δʼ, οὐδʼ ὅσον ὥρῃὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ.ἄμφω δʼ, ὡς ἅμʼ ἔναιον, ὑπὸ πλακὶ τυμβεύονται,ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον.εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμαβέβληται, μέσσου γευόμενον πελάγους;Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃτείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα;κόσμου νηίτην δέχομαι στόλον εἴσιδε Ῥώμηνἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα.εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸςκαὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ,οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο,ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος,τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς.κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος