ἔρροι δὴ κεῖνο φθονερὸν σέλας, εἴθʼ Ὑμέναιοςἧψέ μιν οὐκ ἐθέλων, εἴτʼ Ἀίδης ἐθέλων.Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις· ἐκ δὲ μʼ Ἀθηνῶνλοιγὸς Ἄρης Ἰταλῶν πρὶν ποτʼ ἐληίσατο,καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσηςὀστέα νησαίη Κύζικος ἠμφίασε.χαίροις ἡ θρέψασα, καὶ ἡ μετέπειτα λαχοῦσαχθών με, καὶ ἡ κόλποις ὕστατα δεξαμένη.Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δʼ ἔπνειἔργα, Πανελλήνων πεύθεο μαρτυρίης.κεῖται δʼ ἀμφήριστος, Ἀθηνόθεν, εἴτʼ ἀπὸ Νείλουἦν γένος· ἠπείρων δʼ ἄξιος ἀμφοτέρων.ἄστεα καὶ δʼ ἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλληνκλήρῳ δʼ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός.Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους,Κεκροπίδην ὑπʼ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω,ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν εἰ δὲ Μένανδρονδίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων.γῆ μευ καὶ μήτηρ κικλήσκετο· γῆ με καλύπτεικαὶ νέκυν. οὐ κείνης ἥδε χερειοτέρη·ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον ἐκ δέ με μητρὸςἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον.κεῖμαι δʼ ἐν ξείνῃ, ὑπὸ χερμάδι, μακρὰ γοηθείς,Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων.γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦτόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίωνἦ γὰρ ἐὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσωἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο·ὀρφανικῷ δʼ ἐπὶ παιδὶ λιπὼν βίον, εὖνιν ἔθηκενὀφθαλμῶν. κείνῳ ˘ μὴ βαρὺς ἔσσο τάφος.δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης,Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις·πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δʼ, αἰαῖ,ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα.φεῦ, πάτρα τριτάλαινα· πόθεν πάλιν ἢ πότε τοίουςἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους;δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμαἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη,ψεύστην αὐγάζουσα κενὸν τάφον ἀλλά με δαίμωνἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον