τῶν αὐτῶν μετέχοις ὧνπερ ἐμοὶ παρέχεις.χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς,ἀλλʼ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις.υἷϊ πατήρ τόδε σῆμα· τὸ δʼ ἔμπαλιν ἦν τὸ δίκαιονἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος.ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθενἈετίου χρηστοῦ, ῥήτορος ἐκπρεπέος.ἦλθεν δʼεἰς Ἀίδαο δέμας, ψυχὴ δʼ ἐν Ὀλύμπῳτέρπεθʼ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσιἀθάνατον δὲοὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται.ʽ ʽΤετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλουἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτειΖηνοδότου· ψυχὴ δὲ κατʼ οὐρανόν, ᾗχί περ Ὀρφεύς,ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν.ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος,κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δʼ ἄρα μύθοιςΣωκράτεος μίμημα παρʼ Αὐσονίοισιν ἐτύχθη·παισὶ δὲ καλλείψας πατρώϊον αἴσιον ὄλβον,ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγοςεὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα,λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν,ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸνᾅδης, τὴν δʼ ἑτέρην ἥρπασε Περσεφόνη.Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνηςκωπεύεις νεκύων βᾶριν, † ἐλῶν ὀδύνην,τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐμβαίνοντικλίμακος ἐκτείνας, δέξο, κελαινὲ Χάρονπλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα· γυμνὰ δὲ θεῖναιἴχνια δειμαίνει ψάμμον ἔπʼ ᾐονίην.Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε,λαῖλαψ Καρπαθίη, καὶ σὲ πόρος Σικελὸςὤλεσεν ἐν πόντῳ, Διονύσιε· φεῦ πόσον ἄλγοςἙλλάδι· τοὺς πάντων κρέσσονας ἀθλοφόρων.Αὔσονος Ἠγερίου με λέγειν νέκυν, ᾧ μετιόντινύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος,ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντοςκούρην. φεῦ κείνης, Ἥλιε, θευμορίης·