οὔτε τι παρθενίην ᾐσχύναμεν, οὔτε τοκῆας,οὔτε Πάρον νήσων αἰπυτάτην ἱερῶν.ἀλλὰ καθʼ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδοςφήμην τε στυγερὴν ἔβλυσεν Ἀρχίλοχος.Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτʼ ἐν ἀγυιαῖςεἴδομεν, οὔθʼ Ἥρης ἐν μεγάλῳ τεμένει.εἰ δʼ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνοςἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης,παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δʼ ὁ πικρὸςαἰσχρὰ καθʼ ἡμετέρης ἔβλυσε παρθενίηςἈρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰἔργα, γυναικεῖον δʼ ἔτραπεν ἐς πόλεμον.Πιερίδες, τί κόρῃσιν ἔφʼ ὑβριστῆρας ἰάμβουςἐτράπετʼ, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳγλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρᾷς κύλικα.ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοιςμύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι·ἓν δὲ τόδʼ αἰάζει καὶ ὑπʼ ἠρίον, ὅττι τὸ Βάκχουἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ.παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνουςζᾶλος τῶν Γλαύκης θῦμʼ ἐποίησε γάμων,οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα,μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα.τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες,τῷ χρηστῷ χαίρειν εἴπατε Πραξιτέλει·ἦν δʼ ὡνὴρ Μουσέων ἱκανὴ μερίς, ἠδὲ παρʼ οἴνῳκρήγυος. ὦ χαίροις Ἄνδριε Πραξίτελες.εἴς τινα ὑπὸ λῃστοῦ ἀναιρεθέντα καὶ ὑπʼ αὐτοῦ πάλιν θαπτόμενονζωὴν συλήσας, δωρῇ τάφον ἀλλά με κρύπτεις,οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου.κἄν με κατακρύπτῃς, ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος,ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα.ἔκτανες, εἶτά μʼ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναιςαἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις.εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ,εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπʼ εὐσεβίῃ·νῦν δʼ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας,