ξυνὸς δʼ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος,αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σὺ τινʼ ἄλλονπάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται.Πατέριον λιγύμυθον, ἐπήρατον, ἔλλαχε τύμβος,Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου,Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων,ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τʼ ἀναπάσης,τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα·ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα,οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης,εἰκοσικαιτέτρατον βιότου λυκάβαντα περῶντα·λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δʼ ὃν ἐγὼ νῦνφρουρῶ, τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.ἀλλʼ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομὰ τʼ εἶχεν,οὐκ ἂν ἐγὼ τύμβῳ τῷδʼ ἐπέθηκα πόδας,ἐγὼ Φιλαινὶς ἡ πίβωτος ἀνθρώποιςἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.μὴ μʼ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων,χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.οὐ γάρ, μὰ τὸν Ζῆνʼ οὐδὲ τοὺς κάτω Κούρους,οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·Πολυκράτης δὲ τὴν γονὴν Ἀθηναῖος,λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,ἔγραψεν οἷʼ ἔγραψʼ, ἐγὼ γὰρ οὐκ οἶδα.τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε,ἡ λίθος ἡ μικρή, τῆς μεγάλης φιλίης.αἰεὶ ζητήσω σε· σὺ δʼ, εἰ θέμις, ἐν φθιμένοισιτοῦ Λήθης ἐπʼ ἐμοὶ μή τι πίῃς ὕδατος.οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰςἙλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον.πολλὰ πιὼν καὶ πολλὰ φαγὼν, καὶ πολλὰ κάκʼ εἰπὼνἀνθρώπους, κεῖμαι Τιμοκρέων Ῥόδιος.βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας,ὀψὲ μέν, ἀλλʼ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.Ναυτίλε, μὴ πεύθου τίνος ἐνθάδε τύμβος ὅδʼ εἰμί,ἀλλʼ αὐτὸς πόντου τύγχανε χρηστοτέρου.οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω,αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες,