οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὥς ἀπὸ Μουσῶνἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,Πίνδαρος, εὐφώνων Πιερίδων· πρόπολος.αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις,σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας,αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαιςτύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι,ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳκηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους.τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέωνἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον·ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο,καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντοςεὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα.ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δʼ ἐνὶ χερσὶνκούριμος, ἐκ ποίης ἥδε διδασκαλίης;εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον.θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς· εἰ τινα πεύθῃ],κωμικός, ἀρχαίης μνᾶμα χοροστασίης.ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴνπυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴηςκεῖται, κυδαίνων σήματι Τρινακρίην.Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαιτὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης,λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα· τίς φθόνος, αἰαῖ,Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις,χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε,ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης.τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν,ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους,εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶναἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρωναἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώωναἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.