πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες.ἀλλʼ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον,οὐ μητέρων σέβοντας ἡδίστην θέαν.τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι;εἰς κοινὸν ᾍδην πάντες ἥξουσι βροτοί.γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδʼ ὀρέγοντοςοὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον,τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον,εὑρὼν οἰζυροῦ τέρμα μόλις βιότου.ἠλλάχθη δʼ ἐπʼ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκονἔπειτʼ, ἔπειτʼ ἐτάφην ἀλλὰ ταφεὶς ἔθανον.μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα,σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε·δερκόμενος δʼ ἐρέεινε, τίς ἢ πόθεν; ἁρμονίαν γὰργνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις·πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι,εὐγενίην ἐρατήν, ἤθεα, σωφροσύνην.τοίης τύμβον ἄθρησον ἐς οὐρανίας γὰρ ἀταρποὺςψυχὴ παπταίνει σῶμʼ ἀποδυσαμένη.ἅδε τοι Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα γὼἕστακα στάλα, μνᾶμα κυναγεσίας·πάντα δέ τοι περὶ σᾶμα τετεύχαται, ἵπποι, ἄκοντες,αἱ κύνες, αἱ στάλικες, δίκτυʼ ὑπὲρ σταλίκων,αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες·αὐτὸς δʼ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις.οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντωνγεννηθεὶς δʼ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην.ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης,ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ.οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι, ὡς πάρος, οὐδὲνοὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος·λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε,καὶ λύπης † ὀδύνην τὸν Βρόμιον πάρεχε·εὑρέθη ἐν ΘεσσαλονίκῃΝικόπολιν Μαράθωνις ἐθήκατο τῇδʼ ἐνὶ πέτρῃ,ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην.ἀλλʼ οὐδὲν πλέον ἔσχε· τί γὰρ πλέον ἀνέρι κήδευςμούνῳ ὑπὲρ γαίης, οἰχομένης ἀλόχου;Πρόκλος ἐγὼ Λύκιος γενόμην γένος, ὃν Συριανὸςἐνθάδʼ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης.