Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖςἄφθονον ἀκρήτου σπασσαμένην κύλικα,οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι,σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος.ἐν τῷ Δορυλαίῳτὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷθῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου·σύν τε, γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα,ὣς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι.τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φρούρης,ἄξιον ἡμετέρης εὐσεβίης στέφανον·λείπω δʼ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.μουνόγαμος θνῄσκω, δέκα δʼ ἐν ζωοῖσιν ἔτι ζῶ,νυμφικὸν εὐτεκνίης καρπὸν ἀειραμένη.αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρίν,οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς.μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴηςἡμετέρων δώρων, ὧν σ’ ἐπέοικε τυχεῖν,ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνητύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν.νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξαςεἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;ἢ ἵνα λυπήσῃς διʼ ἐμὴν βιότοιο τελευτὴνμητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸςφροντίδα παιδείης ἤνυσεν ἡμετέρης;ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισικάλλιπεν· ἡ δʼ ἐπʼ ἐμοὶ πάντας ἔτλη καμάτους.ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφʼ ἁγνῶν ἡγεμονήωνἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας·ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθοςἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας·οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε,δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης,τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶταμητρὸς Πωλίττης πένθος ἀεξόμενον,Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδαὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ.