ἢ μὴ τὴν ἀνύεις τελέσαις ὁδὸν ἢν δὲ παρέλθῃςσιγῇ, μηδʼ οὕτως ἣν ἀνύεις τελέσαις.Τίμων ʽοὐ γὰρ ἔτʼ ἐσσἴ, τί τοι, σκότος ἢ φάος,ἐχθρόν, τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθεἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δὲ γʼ, ὦ πυλαωρὲΠλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ.ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαικαὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·Τίμων μισάνθρωπος ἐνοικέω· ἀλλὰ πάρελθε,οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις,πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων.καὶ γὰρ ἀειπέταλόν σοι ἐνεστήριξεν ἐλαίηνπολλάκι, καὶ Βρομίου κλήμασιν ἠγλάισεν,καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκωνθῆκε μὲν εὐλάχανον, θῆκε δʼ ὀπωροφόρον.ἀνθʼ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖοκεῖσο, καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας.Κνωσίου Ἰδομενῆος ὅρα τάφον αὐτὰρ ἐγώ τοιπλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.εἷς δύʼ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχονἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου.ἅδʼ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι,μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα.Τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἔπιον, καὶ μετʼ ἐρώτωντέρπνʼ ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.ταῦτʼ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ Μουσῶνσέμνʼ ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψενμὴ σύγε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου·οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις,εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα,ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου.τίς λίθος οὐκ ἐδάκρυσε, σέθεν φθιμένοιο, Κάσανδρε;τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης;ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμωνἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων,ὃς χήρην ἄλοχον θῆκεν, μογερούς τε τοκῆαςγηραλέους, στυγερῷ πένθεϊ τειρομένους.