αὐτερέτης, ἰδίῃ νηὶ κομιζόμενος·ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυςκαὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος.Ἀβρότονον Θρήισσα γυνὴ πέλον ἀλλὰ τεκέσθαιτὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.οὔνομά μοι. τί δὲ τοῦτο; πατρὶς δέ μοι.ἐς τί δὲ τοῦτο;κλεινοῦ δʼ εἰμὶ γένους. εἰ γὰρ ἀφαυροτάτου;ζήσας δʼ ἐνδόξως ἔλιπον βίον. εἰ γὰρ ἀδόξως;κεῖμαι δʼ ἐνθάδε νῦν. τίς τίνι ταῦτα λέγεις;παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα,νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον.ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχονπαύρου, καὶ παύρων τῶν βιότοιο κακῶν.ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι,Ταρσεύς, μὴ γήμας· αἴθε δὲ μηδʼ ὁ πατήρ.Θάψεν ὅ με κτείνας κρύπτων φόνον εἰ δέ με τύμβῳδωρεῖται, τοίης ἀντιτύχοι χάριτος.ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρὸνὁ νεκρὸς οὗτος· ἐκτὸς οὐκ ἔχει τάφον,ἀλλʼ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος.οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηακεῖνται, ἀριστείης σύμβολα δεικνύμενοι·οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλʼ ἅμα πάντεςὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ.ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι·τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.μὴ πόθεν εἰμὶ μάθῃς, μηδʼοὔνομα· πλὴν ὅτι θνῄσκειντοὺς παρʼ ἐμὴν στήλην ἐρχομένους ἐθέλω.τρηχεῖαν κατʼ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοιςπάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,ὡς ἐπʼ ἐμοὶ μηδʼ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοιἴχνος, ἐρημάζω δʼ ἥσυχα κεκλιμένος.ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδʼ ἀστοῖσι φιληθεὶςΤίμων οὐδʼ Ἀίδῃ γνήσιός εἰμι νέκυς.τὴν ἐπʼἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρεινεἰπὼν, μήθʼὅστις, μὴ τίνος ἐξετάσας·