πληγεῖσ’ ἀμφοτέραις χερσὶ κράτει πολέμου.τὸν μέγαν Ἀκροκόρινθον Ἀχαιικὸν, Ἑλλάδος ἄστρον,καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόναΛεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶνὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺςἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντανυμφίον ἢ νυμφίον ἡνίκα δʼ ἀμφοτέρους,Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιονἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος,οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον, ᾧ σὺ μὲν υἱόν,Νῖκι, σὺ δʼ ἔκλαυσας, Θεύδικε, θυγατέρα.ἅδʼ ἔσθʼ — ἅδε Πλάταια τί τοι λέγω; — ἅν ποτε σεισμὸςἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ·λείφθη δʼ αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντεςσᾶμʼ ἐρατὰν πάτραν κείμεθʼ ἐφεσσάμενοι.ἐνθάδε Σιμωνίδου κασίγνητόν τε κέκευθενγαῖʼ, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.μνῆμα δʼ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκενἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖοτῇδʼ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππωνΜηδείων ἀνδρῶν δεξάμενοι πολέμῳ.τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε † πολή.τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι,ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον,ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα,κῦμα δʼ ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου.Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεωἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο.ἀνδρὶ μὲν Ἱππαίμων ὄνομʼ ἦν, ἵππῳ δὲ Πόδαργος,καὶ κυνὶ Λήθαργος, καὶ θεράποντι Βάβης,Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός·ὤλετο δʼ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων.ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴνκἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης,νήγρετον ὑπνώσας Ἀΐδαν τὸν ἀμείλιχον ἷκτο