τὴν ἐπὶ γῆς φεύγων μοῖραν ὀφειλομένην;χαῖταί σου στάζουσιν ἔθʼ ἁλμυρά, δύσμορε κούρη,ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη.ἦ γάρ, ὀρινομένου πόντου, δείσασα θαλάσσηςὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες.καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα, καὶ χθόνα Κύμην,ὀστέα δὲ ψυχρῷ κλύζετʼ ἐπʼ αἰγιαλῷ,πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζωνἐς γάμον, οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρμύρεθʼ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου.οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσιςἁλὸς Λιβύσσης κύμασιν κατέκλυσενἀλλʼ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳπλόῳ πεδηθείς, ἐφρύγη δίψευς ὕπο.καὶ τοῦτʼ ἀήτεων ἔργον· ἆ πόσον κακὸνναύταισιν ἢ πνέοντες ἢ μεμυκότες.Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβηςζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις,ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα,ἔβρασε δʼ ἐς κροκάλην πρώϊον ἠϊόνα,χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποιἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτωνζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον,ἰχθυσιληϊστῆρα, σαγηνέα, χηραμοδύτην,οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης,ἔμπης οὔτʼ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶςἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας·ἀλλʼ ἔθανʼ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα,τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος.σῆμα δὲ τοῦτʼ οὐ παῖδες ἐφήρμοσαν, οὐδʼ ὁμόλεκτρος,ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε,καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶνἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες,Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγειἀνδρῶν πληθούσας· μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν