ὠλλύμεθʼ, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν. -τετρηχυῖα θάλασσα, τί μʼ οὐκ οἰζυρὰ παθόντατηλόσ’ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος;ὡς σεῦ μηδʼ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺνΦυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον.ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,καὶ κύμαινε, βόα θʼ ἡλίκα σοι δύναμις·ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲνκρήγυον, εὑρήσεις δʼ ὀστέα καὶ σποδιήν.οὐ κόνις οὐδʼ ὀλίγον πέτρης βάρος, ἀλλʼ Ἐρασίππουἣν ἐσορᾷς αὕτη πᾶσα θάλασσα τάφος·ὤλετο γὰρ σὺν νηί· τὰ δʼ ὀστέα ποῦ ποτʼ ἐκείνουπύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν.δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ,κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπʼ ἠιόνι,ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δʼ ὄλβια κεῖνα μέλαθραφροῦδα 〈καὶ ἡ〉 πάσης ἐλπὶς ὄλωλε Τύρου.οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ,ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσαΛῦσιν, ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι,στρηνὲς ἀεὶ φωνεῦσα παρʼ οὔατι, καὶ παρὰ κωφὸνσῆμα. τί μʼ, ὤνθρωποι, τῇδε παρῳκίσατε,ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶἔμπορον, ἀλλʼ ὀλίγης ναυτίλον εἰρεσίηςθηκαμένη ναυηγόν; ὁ δʼ ἐκ πόντοιο ματεύωνζωήν, ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσακαὶ χθὼν τὴν ἀπʼ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην.σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες· ὀστέα δʼ αὖτεβέβρασται ψυχρῇ τῇδε παρʼ ἠιόνι.ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖονυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος,μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα,ἔκτανεν. ὦ γαίης κύματα πιστότερα,λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσηςναυηγόν, Λιβυκαῖς κείμενον ἐν ψαμάθοις,οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ,γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης,ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματʼ ἐμόχθει,