πάντῃ σκεπτομένη ποῦ ποτʼ ἄρʼ ἐστὶ νέκυς.αἰαῖ· τὸν δʼ ἤδη φάγον ἰχθύες· ἡ δὲ περισσὴπέτρος ἐγὼ τὸ μάτην γράμμα τορευθὲν ἔχω.ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα,καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδεςΔάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλʼ ὁ μὲν ἤδηἔπλησεν θηρῶν νηδύας εἰναλίωντὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα;Κρῆτες ὅπου ψεῦσται, καὶ Διὸς ἔστι τάφος,ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖςἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλονκέρδεα δʼ οὐκ ἐδίωξαν ἃ μὴ θέμις· ἀλλὰ σὺν αὐτοῖςἰχθύσι τῇδʼ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον ἀντὶ δὲ λοιπῆςσαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸνεὗρέ σ’ ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ,δακρύσας ἐπίκηρον ἑὸν βίον οὐδὲ γὰρ αὐτὸςἥσυχος, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶςκύμασιν, ἀγρύπνων λήσομαι ἠιόνων.ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντουδυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου·αἰεὶ δὲ βρομέοντα καὶ ἐν νεκύεσσι θαλάσσηςὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενονμόχθων οὐδʼ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνοςοὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδʼ ἐπὶ τύμβῳαἰὲν ἐπὶ ψυχρῇ ζωγραφέων σποδιῇ.ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐνὶ κύμασι λώβηςαὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις;τὸ χῶμα τύμβος ἐστὶν ἀλλὰ τὼ βόεἐπίσχες οὗτος, τὰν ὕνιν τʼ ἀνάσπασονκινεῖς σποδὸν γάρ. ἐς δὲ τοιαύταν κόνινμὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα.Ἄπισχʼ, ἄπισχε χεῖρας, ὦ γεωπόνε,μηδʼ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν.αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυμένας δʼοὔτοι κομάτας ἀναθαλήσεται στάχυς.Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθʼ ἡμεῖς