εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,μήτʼ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης·ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις,αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ,ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων.τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων,σπεῖσόν μοι παριών εἰμὶ γὰρ οἰνοπότης.εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη·εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδωνβάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον.ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός· εἰς δὲ σὲ μοῦνοντόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.τύμβος Ἀνακρείοντος· ὁ Τήιος ἐνθάδε κύκνοςεὕδει, χἠ παίδων ζωροτάτη μανίη.ἀκμὴν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος.οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντοςὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν,κώμου καὶ πάσης κοίρανε παννυχίδος,τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳχλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου,κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου;αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ·ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς,βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην.πολλάκι μὲν τόδʼ ἄεισα, καὶ ἐκ τύμβου δὲ βοήσω·πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε, κόνιν,πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. ἀλλὰ τρυφήσας·καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνωνχαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις,