εἴη ποντοπόρῳ πλόος οὔριος· ὃν δʼ ἄρʼ ἀήτης,ὡς ἐμέ, τοῖς Ἀίδεω· προσπελάσῃ λιμέσιν,μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλʼ ἕο τόλμαν,ὅστις ἀφʼ ἡμετέρου πείσματʼ ἔλυσε τάφου.Ναυηγοῦ τάφος εἰμί ὁ δʼ ἀντίον ἐστὶ γεωργοῦ·ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστʼ Ἀίδης.Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δʼ ἀνάγονται,φεῦ τόλμης, ἀπʼ ἐμοῦ πείσματα λυσάμενοι.ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθεχῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.φρίσσω κύματος ἦχον, ἐμὸν μόρον, ἀλλὰ καὶ οὕτωςχαίρετε, Νικήτην οἵτινες οἰκτίρετε.Ναυηγόν με δέδορκας. ὃν οἰκτείρασα θάλασσαγυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μʼ ἀπέδυσε,τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.κεῖνο καὶ ἐνδύσαιτο, καὶ εἰς Ἀίδαο φέροιτο,καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖανἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.τούσδε ποτʼ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγονταςἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖςπαῖδα Διοκλείδου Σώπολιν ἐστένομεννῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς· ἀντὶ δʼ ἐκείνουοὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα,η. ο. Βθθομιῐ, Ζπ α Οανάβη, ρ. θδ.Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε· χὠ μὲν ἐν ὑγρῇνεκρός· ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων,κηρύσσω πανάληθες ἔπος τόδε· “ φεῦγε θαλάσσῃσυμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.”Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγίς,καὶ νύξ, καὶ δνοφερῆς κύματα πανδυσίηςἔβλαψʼ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιοΚάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς.κἀγὼ μὲν πόντῳ δινεύμενος, ἰχθύσι κύρμα,οἴχημαι· ψεύστης δʼ οὗτος ἔπεστι λίθος.οὔνομα κηρύσσω Τιμοκλέος, εἰς ἅλα πικρὴν