κοῦροι Ἀθηναίων, ἔξοχοι ἱπποσύνῃ,οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθʼ ἥβηνπλείστοις Ἑλλήνων ἀντία μαρνάμενοι.Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι,οὐ κατὰ τοῦτʼ ἐλθών, ἀλλὰ κατʼ ἐμπορίην.κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδραςμοῖρα, πολύρρηνον πατρίδα ῥυομένους.ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοιςτλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν,ρ. μ.οἵδε ποτʼ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντεςἘκβατάνων πεδίῳ κείμεθʼ ἐνὶ μεσάτῳ.χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετʼ, Ἀθῆναιγείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντεςἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην.οἵδε παρʼ Εὐρυμέδοντά ποτʼ ἀγλαὸν ὤλεσαν ἥβηνμαρνάμενοι Μήδων τοξοφόρων προμάχοιςαἰχμηταὶ πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·κάλλιστον δʼ ἀρετῆς μνῆμʼ ἔλιπον φθίμενοι.Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσωνκείμεθα· φεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης.μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖταοὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών.τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸςσυγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους,ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις,οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον,οἵ με κατασπείσαντες ἀπήμονα, τὸν γλυκὺν ὕπνονκοιμᾶσθαι, χώρην πέμψαν ἐπʼ εὐσεβέων.τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι,ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον;ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ·ἔπρεπε δʼ ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν.αὐδήσει τὸ γράμμα τί σᾶμά τε καί τίς ὑπʼ αὐτῷ.Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴηςθαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.ὥρη γάρ σε πέδησεν ἀνέγγυος· ὑγρὰ δὲ τὴν σὴνκύματʼ ἀφʼ ἱμερτὴν ἔκλυσεν ἡλικίην.