τούσδʼ ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος.Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον εἰμὶ δʼ ἐκείνωντῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων,οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον, ἀμβλύναντεςἌρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον.ἣν δʼ ἐσορῇς ἐπʼ ἐμεῖο † βοόστρυχον εἰκόνα θηρός,ἔννεπε· τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω.δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρηςἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων,ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπʼ ἄλλῳπίπτοντες· Θυρέαι δʼ ἦσαν ἄεθλα δορός.ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον,ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων·ὡς ἱερὰν σώζειν πειρώμενοι Ἑλλάδα χώρην,Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις.Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσηςἄγριον αἱ Περσῶν κείμεθα μυριάδες,ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἳ ποτʼ ἄνακτιΔαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα.Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ τύμβῳΘεσσαλίας τρισσαὶ κείμεθα μυριάδες,Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππουπνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον.μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντοἐκ Πελοποννάσου χιλιάδες τέτορες.ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδεκείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι.ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσανταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντεςκυάνεον θανάτου ἀμφεβάλοντο νέφος.οὐδὲ τεθνᾶσι θανόντες, ἐπεὶ σφʼ ἀρετὴ καθύπερθεκυδαίνουσ’ ἀνάγει δώματος ἐξ Ἀίδεω.οἵδʼ Ἀίδαν στέρξαντες ἐνόπλιον, οὐχ, ἅπερ ἄλλοι,στάλαν, ἀλλʼ ἀρετὰν ἀντʼ ἀρετᾶς ἔλαχον.εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,ἡμῖν ἐκ πάντων τοῦτʼ ἀπένειμε τύχη·Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναικείμεθʼ ἀγηράτῳ χρώμενοι εὐλογίῃ.χαίρετʼ ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,