αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις,τηξιμελεῖ νούσῳ κεκολουμένος, ἔδραμε θυμῷἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην,ὦσε δʼ ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον, ἓν μόνον εἰπώνἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος.μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ,μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω.τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατρινγνώσῃ δʼ ἐκ τούτων μείζονα Κεκροπίης.οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος· ἀλλὰ κέχωσμαιἙλλήνων φθονερῆς σῆμα κακοκρισίης.οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε,καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην,ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροιςΞέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην.ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμακηρύσσει Μάγνης δῆμος ἀποφθιμένου.Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος,Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος,ῥέξας οἷʼ οὔπω βασιλεὺς τὸ πρὶν εἰ δέ τις αὐχεῖμεῖζον ἐμεῦ, καὶ τοῦθʼ αἵματος ἡμετέρου.φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴςΦοῖβος. ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης.τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ,ἠπείρους κείνου σῆμα λέγʼ ἀμφοτέρας.μυρία σοι, Πτολεμαῖε, πατήρ ἔπι, μυρία μάτηρτειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους·πολλὰ τιθηνητήρ ὀλοφύρατο, χερσὶν ἀμήσαςἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν.ἁ μεγάλα δʼ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν,καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος.καὶ δʼ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάναἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν.ὤλεο γὰρ διὰ λοιμὸν ὅλας θοινήτορα χέρσου,πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ·οὐ δέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακταςτοίους οὐκ Ἀίδας, Ζεὺς δʼ ἐς Ὄλυμπον ἄγει.οἵδε πάτραν, πολύδακρυν ἐπʼ αὐχένι δεσμὸν ἔχουσαν,ῥυόμενοι, δνοφερὰν ἀμφεβάλοντο κόνινἄρνυνται δʼ ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν