ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται.Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωναπᾶσ’ ἐπὶ πυρκαϊῆς ἥδʼ ἐβόησε πόλις.οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρηςἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν, ὡς ὁ Μίκωνοςυἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.εἰ δὲ κάλυμμʼ ὀλίγον, μὴ μέμφεο μικρὸς ὁ χῶρος,ἀλλʼ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμενἈνδροτίων οὔπω δʼ οὐδενός εἰμι τάφος.οὕτω καὶ μείναιμι πολὺν χρόνον εἰ δʼ ἄρα καὶ δεῖ,δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους.τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους,ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυςπαῖδʼ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς·“ δειλοὶ κλαιέσθωσαν ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυςθάψω, τὸν καὶ ἐμὸν καὶ Αακεδαιμόνιον.”ἁνίκʼ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχανεἶπε διὰ πλατέων ὠσαμένα λαγόνων“ κάτθανε, μηδʼ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείναἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.”ὧδʼ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδʼ ἀείραςτεθνάμεν ἢ φεύγειν εἵλετʼ Ἀρισταγόρας,υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμʼ ἔχε· Δωρικὸς ἀνὴρπατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει.Λύδιον οὖδας ἔχει τόδʼ Ἀμύντορα, παῖδα Φιλίππου,πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός,ἀλλʼ ὄλετʼ ἀμφʼ ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν.Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισιστέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους,νοῦσον ὅτʼ εἰς ὑπάτην ὠλίσθανε τέρμα τʼ ἄφυκτονεἶδεν, ἀριστείην † ἐμφανὲς εἰς ἰδίηνπῆξε δʼ ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος, εἶπέ τε θνῄσκωναὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ.Αἴλιος ὁ θρασύχειρ Ἄρεος πρόμος, ὁ ψελιώσας