καὶ πέταλον πάντῃ θάλλοι ῥόδου, ἥ τε φιλορρὼξἄμπελος, ὑγρὰ πέριξ κλήματα χευαμένη,εἵνεκεν εὐεπίης πινυτόφρονος, ἣν ὁ μελιχρὸςἤσκησ’ ἐκ Μουσέων ἄμμιγα καὶ Χαρίτων.θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσός,ἁβρά τε λειμώνων πορφυρέων πέταλα·πηγαὶ δʼ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος,εὐῶδες δʼ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ,ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται,εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα.ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷπάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον.Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας,οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃστήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλοκώμοιςπαννυχίσιν κρούων τὴν φιλόπαιδα χέλυν,κἠν χθονὶ πεπτηὼς, κεφαλῆς ἐφύπερθε φέροιτοἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων,καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸςλαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέωνὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων,τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.μοῦνος δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπωνἠέλιον, Λήθης ἐνθάδʼ ἔκυρσε δόμωνἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα,καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνονβάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων,εἲ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος,σπεῖσον ἐμῇ σποδιῇ σπεῖσον γάνος, ὄφρα κεν οἴνῳὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα,ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίηςμηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσωτὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.