Λαΐς, ἐκοιμήθη δʼ ὕπνον ὀφειλόμενον,κώμους, καὶ τὰ νέων ζηλώματα, καὶ τὰ ποθεύντωνκνίσματα, καὶ μύστην λύχνον ἀπειπαμένη.ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀμφὶ κέλευθονΛαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.δάκρυ δʼ ἐπισπείσας, “ χαίροις, γύναι, ἐκ γὰρ ἀκουῆςοἰκτείρω σέ” γʼ, ἔφην, “ἣν πάρος οὐκ ἰδόμην.ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλʼ ἴδε, Λήθηνναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.”Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα,Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας·ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετʼ ἀοιδῆςψαλμὸς, καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις.ᾍδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρηνἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα;ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖταιΤρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδωνᾗ καλύβη καὶ δοῦπος ἐνέπρεπεν, ᾗ φιλοπαίγμωνστωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶνἡ μούνη στέρξασα τὰ Κύπριδος ἡμιγυναίκωνὄργια, καὶ φίλτρων Λαΐδος ἁψαμένη.φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳμὴ βάτον, ἀλλʼ ἁπαλὰς λευκοΐων κάλυκας.ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκαςτῇ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη,ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆςεἰδυῖʼ ἀκρήτου χειλοποτεῖν κύλικας,ἐνθάδʼ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτʼ ἔρωτι,οὐκέτʼ παννυχίδων τερπομένη καμάτοις.κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθʼ 〈ἱερὰ θρίξ〉ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη.εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα,οὐδʼ ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατονἀλλʼ ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτούς,σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα.Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σιδήρουφείδεται, ἀλλὰ μιῇ πάντʼ ὀλέκει δρεπάνῃ·ὣς καὶ Λαέρταο τόδʼ ἠρίον, ὃ σχεδὸν ἀκτῆςβαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν.οὔνομα μὴν ἥρωος ἀεὶ νέον οὐ γὰρ ἀοιδὰς