δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύωνὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσινοὐδὲ σὺ γʼ, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρωννώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.ἦ γὰρ ἴσον; πρηῶνι Μαλείης ὡς ἐκυκήθη,κῦμα πολυψάμμους ὦσέ σ’ ἐπὶ ψαμάθους.οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιναὐχένʼ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,οὐδὲ περὶ † σκαλάμοισι νεὼς περικαλλέα χείληποιφύσσω, τἀμᾷ τερπόμενος προτομᾷ·ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ’ ἐπὶ χέρσον,κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρʼ ἠιόνα.κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρενδελφῖνα, ξείνοις κοινὸν ὅραμα τύχης.ἀλλʼ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντεςεὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες·νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳπίστις, ὃς οὐδʼ ἰδίης φείσατο συντροφίης;Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετʼ Ἔρως.ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶπρωτοβόλου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτιθρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέρανΛαΐδʼ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,Πειρήνης λευκῶν φαιδροτέραν λιβάδων,τὴν θνητὴν Κυθέρειαν, ἐφʼ ᾗ μνηστῆρες ἀγαυοὶπλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην·ἧς καὶ ὑπʼ εὐώδει τύμβος ὄδωδε κρόκῳ,ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν,καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαιᾗ ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια,καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.εἰ δʼ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,Ἑλλὰς ἄν, ὡς Ἑλένης, τῆσδʼ ὕπερ ἔσχε πόνον.ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα,ἡ μούνη Χαρίτων λείρια δρεψαμένη,οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον ἠελίοιο