ἄρτι μʼ ἀπὸ στέρνων, οὐατόεντα λαγὼνἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρωςΦανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον.οὐδέ με μητρὸς ἔτʼ εἶχε πόθος· θνῄσκω δʼ ὑπὸ θοίνηςἀπλήστου, πολλῇ δαιτὶ παχυνόμενος.καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροιςαἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον.μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμιςἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρηςτύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸςζέσσ’, ἐπὶ δʼ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.αὐτοῦ σοὶ παρʼ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ,ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν,ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξθέλγῃ, ἀροτραίᾐ κείμενον ἐν θαλάμῃ..ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων,ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι,ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆςνόσφισεν ὠδίνων τετραέλικτος ὄφις,καὶ σὲ κινυρομέναν ὁπότʼ ἀθρόος ἦλθε δαΐζων,ἤριπεν ἐσχαρίου λάβρον ἐπʼ ἄσθμα πυρός.ὡς θάνεν ἠλιτοεργός· ἴδʼ ὡς Ἥφαιστος ἀμύντωρτὰν ἀπʼ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν.τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτροςἴσχειν, Εὐμήλου πιστότατον φύλακα.ταῦρόν μιν καλέεσκον, ὅτʼ ἦν ἔτι· νῦν δὲ τὸ κείνουφθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον,τᾶς ποτʼ ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ·πολλάκι ˘ γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος,ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον.πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκαςἥμενος, ἢ σκιερᾶς ἀκροκόμου πίτυος,ἔκρεκες εὐτάρσοιο διʼ ἰξύος ἀχέτα μολπὰντέττιξ, οἰονόμοις ἐλαφρότατον χέλυος.νῦν δέ σε, μυρμάκεσσιν ὑπʼ εἰνοδίοισι δαμέντα,Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.εἰ δʼ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνωνΜαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν.οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης