ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον,ἡρπάσθης, φίλʼ ἐλαιέ· σὰ δʼ ἤθεα καὶ τὸ σὸν ἡδὺπνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.οὐκέτι δὴ τανύφυλλον ὑπὸ κλάκα κλωνὸς ἑλιχθεὶςτέρψομʼ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων·χεῖρα γὰρ εἰς † ἀρετὰν παιδὸς πέσον, ὅς με λαθραίωςμάρψεν, ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισινἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχὰνἀλλά σε γηρύοντα κατήναρεν, ἠχέτα τέττιξ,παιδὸς ἀπʼ ἠλιθίου χεὶρ ἀναπεπταμένα.οὐκέτι μʼ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσωνὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·ἦ γάρ σ’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼνἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.οὐκέτʼ ἀνʼ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,ἠχήεσσαν ἵης γῆρυν ἀπὸ στομάτων,θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης·ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.οὐκέτι που, τλῆμον, σκοπέλων μετανάστρια πέρδιξ,πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις,οὐδʼ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείηςἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε, τἄλλα δὲ πάνταἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ.οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσαζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις;οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω,ἀλλʼ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξωὅσσ’ ἐπʼ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη,τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα,λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη.καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον οἱ δὲ μύες νῦνὀρχοῦνται, τῆς σῆς δραξάμενοι σπατάλης.τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης