ἀκρί, κατʼ εὐκάρπους αὔλακας ἑζομένα,οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις,ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος.τάνδε κατʼ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶπτώσσουσαν βρομίης οἰνάδος ἐν πετάλοις,ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,τερπνὰ διʼ ἀγλώσσου φθεγγομένα στόματος.ἀκρίδα Δημοκρίτου μελεσίπτερον ἅδε θανοῦσανἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει,ἇς καί, ὅτʼ ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν,πᾶν μέλαθρον μολπᾶς ἴαχʼ ὑπʼ εὐκελάδου.Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου,ἀκρίς, ἀρουραίη Μοῦσα, λιγυπτέρυγε,αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινόν,ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας,ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης,ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον.δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω,καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας.Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθείς,ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλονἄκρα δʼ ἐφεζόμενος πετάλοις, πριονώδεσι κώλοιςαἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαιςπαίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον,ὄφρα φυγὼν τὸν Ἔρωτα, μεσημβρινὸν ὕπνον ἀγρεύσωἐνθάδʼ ὑπὸ σκιερᾷ κεκλιμένος πλατάνῳ.Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείηνἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνονΔαμόκριτος δʼ ἐπʼ ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα,ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ.εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπʼ οὔδεος, ὦ παροδῖτα,λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται,αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸνἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν,διπλοῦς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν,κἀμφίεφʼ ὑμνιδίῳ χρησαμένην πατάγῳ·καὶ μʼ οὐδὲ φθιμένην ἀπανήνατο· τοῦτο δʼ ἐφʼ ἡμῖντὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης.ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον