προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα·μνηστῆρσιν δʼ ἔλιπον κοίνʼ ἄλγεα· τὴν γὰρ ἔτʼ οὔπωοὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως.Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμηςκεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ·ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρός,κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ,πῦρ ἕτερον σπεύδουσα· τὸ δʼ ἔφθασεν, οὐδὲ κατʼ εὐχὴνἡμετέραν ἧψεν λαμπάδα Περσεφόνη.ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχειλωτός, καὶ γαμικοῖς † ὕμνος ἔχαιρε κρότοις·θρῆνος δʼ εἰς ὑμέναιον ἐκώμασεν ἡ δὲ τάλαινα,οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο.δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας,αὐτὸς ἐφʼ ἁρπαγίμοις τερπόμενος λέχεσιν;ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσεπαρθενικῆς. Ἀίδη, τοῦθʼ ὁσίως κέκρικας;δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη,ὥριος, ἀκμαίης οἷὰ τʼ ἐφʼ ἡλικίης·ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος,οὐδʼ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν,πένθιμος ἀλλʼ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δʼ Ἐρινὺςφοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα·ἤματι δʼ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς,τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.οὐκέτι δή σε λίγεια κατʼ ἀφνεὸν Ἀλκίδος οἶκονἀκρὶ μελιζομέναν ὄψεται ἀέλιος·ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαικαὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας.Ἀκρίδι τᾷ κατʼ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳτέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶςπαίγνιʼ ὁ δυσπειθὴς ᾤχετʼ ἔχων Ἀίδας.ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσιπολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις,πολλάκι δὲ κρέξασα πολύθροον, οἷά τις ἀχώ,κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσακεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις,