τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαιγυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς·ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δʼ ἀροτῆροςχερσὶ σιδηρείη μʼ ἐξεκύλισεν ὕνις.ἦ ῥα κακῶν θάνατόν τις ἐρεῖ λύσιν, ὁππότʼ ἐμεῖο,ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ,δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα.εὐαίων ἀσινῆ τείνοις βίον ἢν δʼ ὑπὸ γήρωςπρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ.σοὶ καὶ νῦν ὑπὸ γῆν, ναί, δέσποτα, πιστὸς ὑπάρχω,ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος,ὥς με τότʼ ἐκ νούσου τρὶς ἐπʼ ἀσφαλὲς ἤγαγες ἴχνος,καὶ νῦν ἀρκούσᾐ τῇδʼ ὑπέθου καλύβῃ,Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξαςἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο,δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφονἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον,ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω·ἀμφὶς ˘ ἔμʼ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖνἔστʼ Ἀίδης· ζήσω τὸν σὸν ὑπʼ ἠέλιον.οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος,Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους.ἁ δέ, σέθεν φθιμένας, πολιοὺς νεοθῆγι σιδάρῳκείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους.οὐ γάμον, ἀλλʼ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίσταδέξατο, παρθενίας ἅμματα λυομένα.ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευνλωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι·ἠῷοι δʼ ὀλολυγμὸν ἀνέκραγον, ἐκ δʼ Ὑμέναιοςσιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο·αἱ δʼ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν παρὰ παστῷπεῦκαι, καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν.ᾅδης τὴν Κροκάλης ἔφθασε παρθενίηνεἰς δὲ γόους Ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντωνἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος.παρθενικῆς τάφος εἴμʼ Ἑλένης, πένθει δʼ ἐπʼ ἀδελφοῦ