κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασενἭρηςἐς Φάρον ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς.εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ ὅτʼ ἔπλωεν ἐκεῖνοςτῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων.Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε· νῦν δὲ Χάρητοςεὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακταεἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατοἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρσκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει·νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνωνματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις,τᾶσδʼ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου·ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος, οὐδʼ ἔτι νεῖταιἰξὸν ἐπʼ ἀγρευταῖς χευάμενος καλάμοις.ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκωνσπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων,Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος·καὶ μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνασαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλονἠελίου χήρωσεν ἴδʼ ὡς τὰ κατʼ αἰθέρα λεύσσωντοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.αὐτόμαται δείλῃ ποτὶ ταὔλιον αἱ βόες ἦλθονἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι·αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδειὕπνον ἐκοιμήθη δʼ ἐκ πυρὸς οὐρανίου.οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύταςἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου·οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμαδέξονται, σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δʼ ἐπὶ μάνδρανὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.οὕτω πᾶσ’ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις,ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες,ἡ δʼ ὕνις ἐν νεκύεσσι; τί τοι πλέον; ἢ πόσος οὗτοςπυρός, ὃν ἐκ τέφρης, κοὐ χθονὸς ἁρπάσετε;οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει,