οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο.καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. Καλλιτέλης μὲνὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος.σῆμα δὲ τίς τόδʼ ἔχωσε ; Θεόκριτος, ὁ πρὶν ἄθικταἡμετέρας λύσας ἅμματα παρθενίης.πῶς δʼ ἔθανες; Λοχίοισιν ἐν ἄλγεσιν· εἰπὲ δὲ ποίηνἦλθες ἐς ἡλικίην. Δισσάκις ἑνδεκέτις.ἦ καὶ ἄπαις; οὐ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητιΚαλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον.ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. καὶ σόν, ὁδῖτα,οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.εἰπὲ γύναι τίς ἔφυς. Πρηξώ. τίνος ἔπλεο πατρός ;Καλλιτέλευς. πάτρας δʼ ἐκ τίνος ἐσσί; Σάμου.μνᾶμα δέ σου τίς ἔτευξε; θεόκριτος, ὅς με σύνευνονἤγετο. πῶς δʼ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις.εἰν ἔτεσιν τίσιν εὖσα; δὶς ἕνδεκα. παῖδα δὲ λείπεις ;νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. καὶ σέο δοίηπαντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκηνὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳκρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι,θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτουπαῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμωνἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων.ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα,ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος.εὐχέσθω τις ἔπειτα γυνὴ τόκον, εἶπε Πολυξώ,γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέωνμαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς· οἱ δʼ ἐπὶ γαῖανὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων,μητέρος ἐκ νεκρῆς ζωὸς γόνος· εἷς ἄρα δαίμωντῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν.Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο