οὔποτε δʼ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι·τοῦτο τρυφὴν κείνῳ, τοῦτʼ ἔφερʼ εὐφροσύνην.τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδʼ ἰαύει,παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους.τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκανἡμετέρης βιοτῆς μάντιες αἰθέριοι.ἀρκοῦμαι τούτοισιν ὁ γὰρ χρόνος ἄνθος ἄριστονἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος.Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ ῬώμῃἈδριανός προτέρων προφερέστερος ἡγεμονήων,καὶ πάις Ἀδριανοῖο μέγʼ ἔξοχος Ἀντωνῖνος,ὄφρα καὶ ἐσσομένοισι μετʼ ἀνδράσι κῦδος ἄροιτοεἵνεκεν εὐεπίης, τὴν οἱ πόρε Φοῖβος Ἀπόλλων,ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσωνβίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν,Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ,τεκτοσύνῃ δʼ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος,Τηλεφάνης δʼ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε.καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμαἌρης δʼ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔσταςγοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους·;ἀγγέλλω μερόπεσσιν ὅθʼ οὕνεκεν ὅσσον ἄριστοςοἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων.δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι·ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα.Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃςπῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναιἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.ἀλλὰ περιστείλας με δίδου χθονί· μηδʼ ἐπὶ νεκρῷλουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς,τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι;Πρηξὼ Καλλιτέλευς. καὶ ποδαπή; Σαμίη.τίς δέ σε καὶ κτερέιξε; Θεόκριτος, ᾧ με γονῆεςἐξέδοσαν. θνῄσκεις δʼ ἐκ τίνος ; ἐκ τοκετοῦ.εὖσα πόσων ἐτέων ; δύο κεἴκοσιν. ἦ ῥὰ γʼ ἄτεκνος ;