εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλάς,ἄξιον ἀντʼ ἀρετᾶς ὅπλα ποροῦσα γέρας,Μοιράων βουλῇσι τάδʼ ἤμπλακεν, ὡς ἂν ὑπʼ ἐχθρῶνμή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.σῆμα τόδʼ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα,αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ.οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῦαεὑρέμεναι Κλωθὼ τῷδʼ ἕτερον φονέα.κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δʼ ἔμπηςἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου·τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμηςοὐχ εὑρὼν, παλάμῃ θῆκεν ὑπʼ αὐτοφόνῳ.Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλωνμέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις.Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δʼ Αἴαςζωστῆρʼ· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος.πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπιςΑἴας ἐκ πολέμου μνῆμʼ ἔπορον φιλίης·Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε·τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ·τὸ ξίφος εἷλʼ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρεἵλκυσε Πριαμίδην δίφρια συρόμενον.οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα,ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι.ἔστʼ ἂν ὕδωρ τε νάῃ, καὶ δένδρεα μακρὰ τεθήλῃ,αὐτοῦ τῇδε μένουσα πλουκλαύτῳ ἐπὶ τύμβῳ,ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμαἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης·εἰμὶ δὲ Κὴρ τυμβοῦχος· ὁ δὲ κτείνας με Κόροιβος·κεῖται δʼ ὧδʼ ὑπʼ ἐμοῖς ποσσὶ διὰ τρίποδα·δελφὶς γὰρ φάμα τόδʼ ἐθέσπισεν, ὄφρα γενοίμαντᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.ὁ τὸν πολυστένακτον ἀνθρώπων βίονγέλωτι κεράσας Νικαεὺς Φιλιστίωνἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου,πολλάκις ἀποθανών, ὧδε δʼ οὐδεπώποτε.ἰξῷ καὶ καλάμοισιν ἀπʼ ἠέρος αὑτὸν ἔφερβενΕὔμηλος, λιτῶς, ἀλλʼ ἐν ἐλευθερίῃ.