Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαιςἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν,ἃν Κύπρις καὶ Ἔρως συνάμʼ ἔτραφον, ἇς μέτα Πειθὼἔπλεκʼ ἀείζωον Πιερίδων στέφανον,Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτονΜοῖραι δινεῦσαι νῆμα κατʼ ἠλακάτας,πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷἄφθιτα μησαμένᾳ δῶρʼ Ἑλικωνιάδων ;οὔνομά μευ Σαπφώ. τόσσον δʼ ὑπερέσχον ἀοιδὰνθηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας.ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς·αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι.Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαντὰν Μυτιληναίαν ἔννεπʼ ἀοιδοπόλοντόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες· ἔργα δὲ φωτῶνἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφʼ ἑκάστηςδαίμονος ἄνθος ἐμῇ θῆκα παρʼ ἐννεάδι,γνώσεαι ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσταιτῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος.ἀνέρα μὴ πέτρῃ τεκμαίρεο. λιτὸς ὁ τύμβοςὀφθῆναι, μεγάλου δʼ ὀστέα φωτὸς ἔχει.εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνηςἔξοχον, ὃν Μουσέων ἐννέʼ ἀριθμὸς ἔχει·κεῖται δʼ ἠπείροις διδύμοις ἔρις, εἴθʼ ὅγε Λυδὸς,εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων.τὸν χαρίεντʼ Ἀλκμᾶνα, τὸν ὑμνητῆρʼ ὑμεναίωνκύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον,τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, †εἰθʼ ὅ γε λοῖσθοςἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.τόν σὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼςβλαισὸς· Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος· ἀλλʼ ὁ περισσὸςαἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέἑρπύζοις, χλοεροὺς ἐκπροχέων πλοκάμους,